Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.219 Joseph. AJ 8.224 (English) >>Joseph. AJ 8.228

8.222Ῥοβόαμος δὲ Σολόμωνος παῖς ἐκκλησίαν ποιήσας τῶν δύο φυλῶν, ἃς εἶχεν ὑπηκόους, οἷός τε ἦν λαβὼν ὀκτωκαίδεκα παρʼ αὐτῶν στρατοῦ μυριάδας ἐπιλέκτους ἐξελθεῖν ἐπὶ τὸν Ἱεροβόαμον καὶ τὸν λαόν, ὅπως πολεμήσας ἀναγκάσῃ δουλεύειν αὐτῷ. 8.223κωλυθεὶς δʼ ὑπὸ τοῦ θεοῦ διὰ τοῦ προφήτου ποιήσασθαι τὴν στρατείαν, οὐ γὰρ εἶναι δίκαιον τοὺς ὁμοφύλους πολεμεῖν οὗτος ἔλεγε καὶ ταῦτα κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς τοῦ πλήθους ἀποστάσεως γεγενημένης, οὐκέτʼ ἐξῆλθε. 8.224διηγήσομαι δὲ πρῶτον ὅσα Ἱεροβόαμος τῶν Ἰσραηλιτῶν βασιλεὺς ἔπραξεν, εἶτα δὲ τούτων ἐχόμενα τὰ ὑπὸ Ῥοβοάμου τοῦ τῶν δύο φυλῶν βασιλέως γεγενημένα δηλώσομεν· φυλαχθείη γὰρ ἂν οὕτως ἄχρι παντὸς τῆς ἱστορίας τὸ εὔτακτον. 8.225

τοίνυν Ἱεροβόαμος οἰκοδομήσας βασίλειον ἐν Σικίμῃ πόλει ἐν ταύτῃ τὴν δίαιταν εἶχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετʼ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.219 Joseph. AJ 8.224 (English) >>Joseph. AJ 8.228

Powered by PhiloLogic